Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.36 Dem. 36.39 (English) >>Dem. 36.42

36.37ἐκ δὲ τῶν μισθώσεων, ὀκτὼ μὲν ἐτῶν Φορμίων εἶχε τὴν τράπεζαν, ὀγδοήκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, τὸ ἥμισυ τῆς ὅλης μισθώσεως· καὶ ταῦτʼ ἐστὶ δέκα τάλαντα καὶ τετταράκοντα μναῖ· δέκα δὲ τῶν μετὰ ταῦτα, ὧν ἐμίσθωσαν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, τάλαντον τοῦ ἐνιαυτοῦ ἑκάστου. 36.38χωρὶς δὲ τούτων, ἐτῶν ἴσως εἴκοσι τῆς ἐξ ἀρχῆς νεμηθείσης οὐσίας, ἧς αὐτὸς ἐπεμελεῖτο, τὰς προσόδους, πλέον μνᾶς τριάκοντα. ἐὰν δʼ ἅπαντα συνθῆτε, ὅσʼ ἐνείματο, ὅσʼ εἰσεπράξατο, ὅσʼ εἴληφε μίσθωσιν, πλέον τετταράκοντα τάλαντʼ εἰληφὼς φανήσεται, χωρὶς ὧν οὗτος εὖ πεποίηκεν, καὶ τῶν μητρῴων, καὶ ὧν ἀπὸ τῆς τραπέζης ἔχων οὐκ ἀποδίδωσι πένθʼ ἡμιταλάντων καὶ ἑξακοσίων δραχμῶν. 36.39ἀλλὰ νὴ Δία ταῦθʼ πόλις εἴληφεν, καὶ δεινὰ πέπονθας πολλὰ καταλελῃτουργηκώς. ἀλλʼ μὲν ἐκ κοινῶν ἐλῃτούργεις τῶν χρημάτων, σὺ καὶ ἁδελφὸς ἀνηλώσατε· δʼ ὕστερον, οὐκ ἔστιν ἄξια μὴ ὅτι δυοῖν ταλάντοιν προσόδου, ἀλλʼ οὐδʼ εἴκοσι μνῶν. μηδὲν οὖν τὴν πόλιν αἰτιῶ, μηδʼ σὺ τῶν ὄντων αἰσχρῶς καὶ κακῶς ἀνήλωκας, ὡς πόλις εἴληφεν, λέγε. 36.40ἵνα δʼ εἰδῆτʼ, ἄνδρες Ἀθηναῖοι, τό τε πλῆθος τῶν χρημάτων ὧν εἴληφε, καὶ τὰς λῃτουργίας ἃς λελῃτούργηκεν, ἀναγνώσεται ὑμῖν καθʼ ἓν ἕκαστον. λαβέ μοι τὸ βιβλίον τουτὶ καὶ τὴν πρόκλησιν ταυτηνὶ καὶ τὰς μαρτυρίας ταυτασί.<Βιβλίον>Πρόκλησις Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.36 Dem. 36.39 (English) >>Dem. 36.42

Powered by PhiloLogic